Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 674
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 674.2
Not analysed yet
τὸν κατὰ χθονὸς θανόντα: συνυπακούεται ἐνταῦθα ὑπαρκτικοῦ ῥήματος μετοχὴ, ἢ καὶ ἐκφωνουμένη κακοσύνθετον ποιεῖ τὸν λόγον καὶ ἄχρηστον. ὅτι δὲ αὕτη ἔχει λόγον συνυπακούεσθαι δῆλον οὕτως· κατὰ χθονός ἐστιν ὁ δεῖνα λέγεται, καὶ τὸν κατὰ χθονὸς ὄντα ἐξ ἀνάγκης μετὰ τῆς μετοχῆς τοῦ ὑπαρκτικοῦ οὕτως, ἐπειδὴ καὶ κατὰ χθονός ἐστιν ὁ δεῖνα θανὼν λέγεται. δύναται καὶ καταλλήλως ἔχειν τοῦτο, καὶ μετὰ τῆς μετοχῆς τοῦ ὑπαρκτικοῦ λέγεσθαι μετασχηματιζόμενον. ἐπεὶ δὲ συμβαίνει ἐνταῦθα καὶ ἑτέραν εἶναι μετοχὴν κατὰ τὴν αὐτὴν πτῶσιν, καὶ διὰ τοῦτο κακόφραστον εἶναι τὸν λόγον καὶ κακοσύνθετον, οὐδέποτε ἐκφωνεῖται ἡ τοῦ ὑπαρκτικοῦ ῥήματος μετοχὴ, ἀλλ’ ἀεὶ συνυπακούεται κατὰ τὴν συνήθειαν τῶν ὑπαρκτικῶν. Gr. I.