Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 7
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 7.1
Not analysed yet
7. ἀέρι ποτᾶται: τινὲς μέν φασιν, ὧν ἐστι καὶ Εὐριπίδης, ἐν ἀέρι τὸν Τάνταλον κρέμασθαι, κἀνταῦθα τὴν δίκην ὑπέχειν ὧν ἐξήμαρτεν, ἐξειπὼν τοῖς βροτοῖς τὰ τῶν θεῶν ἀπόρρητα (τοῦτο γάρ ἐστι τὸ ἀκόλαστον ἔσχε γλῶσσαν) καὶ τῆς ἀμβροσίας μεταδούς. ἕτεροι δὲ λέγουσιν ἐν Ἅιδου τοῦτον κολάζεσθαι, ἱστάμενον μέσον ὕδατος ἄχρι τοῦ πώγωνος καὶ διψῶντα. ἡνίκα δὲ ἐπιχειρήσει πιεῖν, ἀθρόον τό τε ὕδωρ ἀφίσταται, καὶ ὁ ἐν τῇ κεφαλῇ πέτρος κάτεισιν, ὡς δῆθεν πατάξων αὐτόν. οὐ μόνον δὲ οὗτος ἐν Ἅιδου κολάζεται, ἀλλὰ καὶ Σίσυφος καὶ Τιτυὸς καὶ Ἰξίων καὶ αἱ Δαναοῦ παῖδες. Gu. I.