Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 714
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 714.1
Not analysed yet
714. οὐ γάρ ποτ’ Ἄργους: ἤγουν οὐδέποτε τοῖς Ἀργείοις ταπεινῶς ὑποπεπτώκαμεν, ἀλλὰ μεγαλοπρεπῶς καὶ γενναίως αὐτοῖς ἐχρώμεθα, προστάττοντες μετ’ ἐξουσίας ὅσα ἂν ἐβουλόμεθα. Gu. I. εἰ γὰρ ἦν τοῦτο ῥᾴδιον, οὔποτε διὰ τοῦ Ἄργους τὴν γῆν, ἤγουν διὰ τὸ Ἄργος προσεφέρομεν ἑαυτοὺς εἰς τὸ μαλθακόν· νῦν δὲ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλους εἶναι τῆς τύχης. Gr. I. Τὸ δὲ Ἄργους γράφεται καὶ Ἄργου, ἵν’ ᾖ Ἄργον γαῖαν. Ἀριστοφάνης δὲ μετὰ τοῦ σ. οὐ πρὸς ἡμῶν, φησὶν, οὐδὲ τῆς ἡμετέρας ἀξίας ὑποδραμεῖν καὶ κολακεῦσαι τὸν τῶν Ἀργείων ὄχλον. ἀνάγκη δὲ ὅμως δουλεῦσαι τῇ κρατούσῃ τύχῃ. τοῦτο γὰρ σοφῶν καὶ φρονίμων ἀνδρῶν. τὸ δὲ ἑξῆς· νῦν δ’ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλους εἶναι τῆς τύχης. A. B. M. I. Ἄλλως. οὐ τῆς ἡμῶν ἀξίας ἐστὶ, φησὶ, τὸ ὑποδραμεῖν τοὺς Ἀργείους, ἀνάγκη δ’ ὅμως δουλεύειν τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν ἐστὶν ἀνδρῶν. M. Fl. 10.