Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 717
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 717.1
Not analysed yet
717. ὦ πλὴν γυναικός: λείπει ἡ εἰς. τὸ δὲ ἑξῆς ὦ εἰς τὰ ἄλλα οὐδὲν πλὴν εἰς τοῦτο σπουδάζων, εἰς τὸ ἕνεκεν τῆς σῆς γυναικὸς στρατεύεσθαι. B. M. I. Τοῦτο οὕτω φασί τινες, ὦ Μενέλαε κάκιστε βοηθεῖν τοῖς φίλοις, χωρὶς τοῦ στρατεύειν εἵνεκα γυναικός· εἰς τοῦτο γὰρ κάλλιστος· τὰ ἄλλα δὲ τυγχάνεις οὐδέν. οὓς αὐτὸς ἐάσας οὕτω λέγε· ᾧ Μενέλαε, οὐδὲν τὰ ἄλλα χωρὶς τοῦ στρατεύειν εἵνεκα τῆς γυναικὸς, ὦ κάκιστε τιμωρεῖν καὶ βοηθεῖν τοῖς φίλοις. ἢ τὸ πλήν ἀντὶ τοῦ εἰ μή. Gu. I. ὦ κατὰ τὰ ἄλλα οὐδὲν ὢν, πλὴν τοῦ στρατηλατεῖν ἕνεκα γυναικός. Gu.