Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 748
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 748.1
Not analysed yet
748. εὐλαβεῖτο: ἐδειλία, ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις βοηθεῖν, λέγοντες εὐλαβούμεθα, ἤτοι δειλιῶμεν καὶ φοβούμεθα. γνησίου γὰρ φίλου τὸ ὑπὲρ δύναμιν τολμᾶν, ὅπερ εὐλαβεῖσθαι αὐτὸς ἔλεγεν. B. I. εὐλαβεῖσθαι ἔλεγεν. γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν καὶ τολμᾶν ἤπερ εὐλαβεῖσθαι, ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις συνελθεῖν, λέγοντες εὐλαβούμεθα. A. C. M.