Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 771
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 771.1
Not analysed yet
771. οὐ προσήκομεν: οὐχ ἁρμόζομεν κολάζεσθαι ὑπὸ τούτων, ὑπὸ τῆς γῆς δὲ τῶν Φωκέων. Gr. I. οὐχ ὑποταττόμεθα, οἷον, ἐν τῇ τῶν Φωκέων γῇ τούτοις τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι. ὁ νοῦς, δυνήσονταί σε φονεῦσαι ὑπερβαίνοντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοὶ, καὶ τὰ ἑξῆς. A. M. Ἄλλως. οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς, οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν. Ἄλλως. ἰδίως εἶπεν· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικούμενη πόλις εἴωθεν ἐπιτιθέναι. Ἄλλως. θαρσύνων αὐτὸν, φησὶν, εἶπεν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις. A. B. I.