Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 776
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 776.2
Not analysed yet
μὴ λάβωσι: ὅρα ἵνα μή σε ἡδέως λάβωσι. I. ὑποπτεύω μή σε λάβωσι μετὰ προθυμίας καὶ κτείνωσί σε. C. ἐπιθυμοῦσι γὰρ τοῦ σοῦ φόνου, ὥστε, ἢν ἴδοιεν ἀφιγμένον ἐκεῖ σε καὶ λέγειν ἐπιχειροῦντα ὡς δικαίως τὸν φόνον εἴργασαι, ταχέως κατὰ σοῦ ψῆφον θανάτου ἐνέγκοιεν. τοῦτο δὲ λέγει ὁ Πυλάδης πρὸς τὸν τοῦ Ὀρέστου λόγον τὸν πατρὶ τιμωρῶν ἐμαυτοῦ. εἰ γὰρ καὶ πρώην αὐτὸς ὑπετίθει αὐτῷ μὴ ἄλλο λέγειν τοῖς πολίταις ἢ ὡς ἔδρασεν ἔνδικα, ἀλλὰ νῦν ὥσπερ ὑποστέλλεται, εἰδὼς τοὺς πολίτας πρὸς τὸν Τυνδάρεων μᾶλλον νεύοντας. Gu. I.