Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 78
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 78
Not analysed yet
78. ἣν ἐπεὶ πρὸς Ἴλιον ἔπλευσα: ἣν οὐκ εἶδον ἀφ’ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσα, εἶτα, ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ, θεομανεῖ πότμῳ φησὶν, ἀντὶ τοῦ ὑπὸ εἱμαρμένης μανεῖσα, ἢ μοίρᾳ θεοῦ μανεῖσα. Ἄλλως. ἣν οὐκ εἶδον ἀφ’ οὗ πρὸς Ἴλιον ἔπλευσα· εἰ δὲ θέλεις γνῶναι πῶς ἔπλευσα, γίνωσκε ὅτι θεομανεῖ πότμῳ. κρύπτει δὲ τὴν μοιχείαν, καὶ ὑπὸ βίας δαίμονός τινος ἦχθαι εἰς Τροίαν φησίν. A. B. M. I.