Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 804
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 804.5
Not analysed yet
κτᾶσθ’ ἑταίρους: ἐπὶ τῶν ἔξωθεν προσγινομένων καὶ ὑπὸ ἐξουσίαν μὲν ὄντων τινὶ, ἢ ὥσπερ ὑπὸ ἐξουσίαν διὰ τὴν συμφωνίαν καὶ ὁμογνωμοσύνην, οὐχ ὥστε δὲ καὶ ἅπτεσθαι ἐξ ἀνάγκης αὐτοῦ καὶ ἐγγυτάτω εἶναι λέγεται τὸ κτῆμα καὶ τὸ κτᾶσθαι. συγγενεῖς δὲ, καθὸ λέγεται ἐνταῦθα τὸ συγγενὲς, ὥσπερ τινὰ μέλη εἰσί· φύσει γὰρ προσήκουσι καὶ οὐκ ἔξωθεν προσγίνονται. εἰ δὴ τοῦτο, οὐ δύναται τὸ κτᾶσθαι καὶ πρὸς τὸ συγγενὲς τείνειν, ἀλλ’ ἕτερον αὐτῷ δηλονότι δεῖ ῥῆμα συνυπακούειν ἀνάλογον. εἴη δ’ ἂν τὸ ἔχειν ἀνάλογον· τοῦτο γὰρ λέγεται μὲν καὶ ἐπὶ τῆς σημασίας τοῦ κτᾶσθαι καὶ ἐφ’ ἑτέρων, λέγεται δὲ καὶ ἐπὶ μερῶν, οἷον χειρὸς καὶ ποδός· λεγόμεθα γὰρ ἔχειν χεῖρα καὶ πόδα. κατὰ τοῦτο δὴ τὸ σημαινόμενον λέγοιτο ἄν τις καὶ συγγενεῖς ἔχειν κατὰ λόγον. Gu.