Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 811
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 811.1
Not analysed yet
811. πάλαι παλαιᾶς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς τοῦ Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἐν τοῖς ἑξῆς ἐπάγει. ἢ οὕτως, προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς τῶν τέκνων αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης, ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτων τέκνων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων. ἑξῆς δὲ χρόα τέμνειν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως. A. B. M. I.