Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 812
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 812.2
Not analysed yet
χρυσέας ἔρις ἀρνός: ἡ εὐθεῖα ὁ ἄρς τοῦ ἀρνός τῷ ἀρνί τὸν ἄρνα. ἢ οὕτως, ὁ ῥήν τοῦ ῥηνός καὶ τροπῇ τοῦ η εἰς α ῥανός καὶ ἐν ὑπερβιβασμῷ ἀρνός, ἡ δοτικὴ τῷ ἀρνί, ἡ αἰτιατικὴ τὸν ἄρνα. C. Πέλοπος Ἀτρεὺς καὶ Θυέστης ἦσαν υἱοί. Ἀτρεὺς δὲ τὸν ἀμφιμήτριον ἀδελφὸν αὐτῶν Χρύσιππον ἀγαπώμενον ἀμέτρως ὑπὸ τοῦ πατρὸς αὐτῶν φθονήσας εἰς φρέαρ ἀποπνίγει· ὃ μαθὼν Πέλοψ ἐξώρισεν αὐτόν. ὕστερον δὲ μετὰ θάνατον Πέλοπος ἐπανῆλθε, καὶ ἑκάτερος αὐτῶν τῆς βασιλείας ἀντεποιεῖτο, Ἀτρεὺς μὲν, ὡς πρῶτος ὢν κατὰ νόμους, Θυέστης δὲ, τοῖς νόμοις ἐναντιούμενος. συνέθεντο οὖν ὡς, εἴ τις αὐτῶν δείξει τι τέρας, κύριος ἔσεσθαι τῆς ἀρχῆς. ἐν τοῖς ποιμνίοις δὲ τοῦ Ἀτρέως εὕρηται χρυσοῦν ἀρνίον μήνιδι Ἑρμοῦ, ὅτι τὸν τούτου υἱὸν Μυρτίλον εἰς Γεραιστὸν ἀκρωτήριον Εὐβοίας κατεθαλάττωσε Πέλοψ. καὶ μέλλοντος Ἀτρέως δεῖξαι τὸ τέρας τοῖς δικασταῖς καὶ λαβεῖν τὴν ἀρχὴν, Ἀερόπη ἡ τούτου γυνὴ, μοιχευομένη Θυέστῃ τῷ ἀνδραδέλφῳ, κλέψασα τοῦτο παρέδωκεν αὐτῷ. Θυέστης δὲ λαβὼν τοῦτο καὶ δείξας τοῖς δικασταῖς τῆς ἀρχῆς ἐκράτησε. μὴ ἀνασχόμενος οὖν Ἀτρεὺς τὴν συμφορὰν καὶ δυσχεραίνων, ὅτι ἀδίκως ἐστέρηται τῆς ἀρχῆς, ὁμοῦ τε τὴν γυναῖκα Ἀερόπην τιμωρεῖται κατ’ ἄμφω, καὶ ὅτι ἐμοιχεύετο Θυέστῃ καὶ ὅτι κέκλοφε τὸ ἀρνίον καὶ δέδωκεν αὐτῷ, ῥίψας αὐτὴν εἰς θάλατταν, ὥς φησι Σοφοκλῆς, καὶ τοὺς τρεῖς υἱοὺς τοῦ Θυέστου, Ἀγλαὸν, Ὀρχομενὸν καὶ Κάλεον ἀποκτείνας παρέθηκεν εἰς τράπεζαν τῷ πατρὶ, καὶ αὐτὸν ὕστερον ἀπέκτεινεν. δι’ ἃ ὁ ἥλιος μὴ στέρξας τὸ παράνομον μίαν ἡμέραν ἐκ δυσμῶν πρὸς ἕω διφρεύει. σὺν αὐτῷ δὲ καὶ αἱ Πλειάδες τὴν ἐναντίαν ὁδὸν ἐβάδισαν. Gu. I.