# Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 812.3

Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma), ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 812. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-orestem-scholia-vetera-et-scholia-recentiora-thomae-magistr/812.3

ἀρνός: ἡ Ἀερόπη γυνὴ ἦν τοῦ Ἀτρέως, μήτηρ δὲ τοῦ Ἀγαμέμνονος καὶ Μενελάου. γεννᾶται δὲ ἐν τῷ ποιμνίῳ αὐτοῦ χρυσοῦς ἀρνὸς, καὶ περὶ βασιλείας μετὰ Θυέστου τοῦ ἀδελφοῦ αὐτοῦ ὁ Ἀτρεὺς ἀμφισβητῶν, καὶ δι’ ἔργων ἔχων δείξειν λέγειν τίνι προσήκει τὸ βασιλεύειν, ― καὶ γὰρ ἤλπιζεν εἰς τὸν χρυσοῦν ἄρνα· ― ἡ Ἀερόπη μοιχευθεῖσα παρὰ τοῦ Θυέστου τοῦ ἀνδραδέλφου αὐτῆς κλέπτει τὸν ἄρνα, καὶ τῷ Θυέστῃ δίδωσι τοῦτον. διὸ καὶ διαλαμβάνεται παρὰ τοῦ χοροῦ, καὶ κακίζει τὸ γινόμενον. Καὶ ἄλλως. Ὅμηρός φησιν Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ. Fl. 33. Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατο ποτὲ ὅτι ἂν κάλλιστον ἀρνίον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῆναι καὶ τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθεὶς δὲ αὐτῷ χρυσοῦς ἀρνὸς, τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς λάρνακα ἐφυλάττετο, μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τοῦ ἀγροῦ. ἠνίασε τοῦτο Θυέστην καὶ ὑπῆλθεν ὡς ἐρῶν πεῖσαι τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα. λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζονται. ἔλεγε δὲ αὐτὸν ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὸν χρυσοῦν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθέμενος δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο, ὅθεν εἰσμαρτυρήσαντος τοῦ δαίμονος τοῦ Θυέστου τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν. A. Ἱστορία. Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων τῆς Πελοποννήσου ηὔξατο ποτὲ ὅτι, ἐὰν κάλλιστον ἀρνίον γεννηθῇ ἐν τῷ ποιμνίῳ, τῇ Ἀρτέμιδι θυσιάσαι τοῦτο. εὐθὺς δὲ ἐγενήθη ἐν τῷ ποιμνίῳ χρυσοῦς ἀρνὸς, καὶ διὰ τὸ ἐπέραστον ἠμέλησε τῆς εὐχῆς. ὁ δὲ Ζεὺς τὸν Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα, ὅπως ποιήσῃ τὴν ὑπόσχεσιν καὶ τὴν βασιλείαν Θυέστου κληρονομήσῃ. καὶ ποιήσας οὕτω τὴν βασιλείαν Θυέστου τοῦ ἀδελφοῦ ἐκληρονόμησε. βασιλεύσας δὲ ἔτεκε τὸν Ἀγαμέμνονα καὶ Μενέλαον. μέλλων δέ ποτε τελευτᾶν Ἀτρεὺς τὴν βασιλείαν Θυέστῃ καταλιμπάνει, ὅπως ἀνδρωθέντι Ἀγαμέμνονι ἐπιδώσει αὐτῷ τὴν βασιλείαν. ἔχοντες γὰρ, ὥς φασί τινες, οἱ Ἀτρεῖδαι τὸ χρυσοῦν ἐκεῖνο δέρος τοῦ χρυσομάλλου ἀρνίου, ὡς πατρικόν τι καὶ ἐξαίρετον σημεῖον ἐπιφέροντες, καὶ διὰ τὸ ψευσθῆναι εἰς τὴν θεὸν καὶ οὐ τελεῖν τὴν θυσίαν, ἀνέφερον πολλὰς συμφορὰς καὶ χαλεπὰς καὶ οἱ υἱοὶ καὶ οἱ ἔκγονοι. Fl. 33.

---

Scholia in Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma), ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg015.local001/.
