Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 866
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 866.1
Not analysed yet
866. ἐτύγχανον μὲν βαίνων ἐξ ἀγροῦ ἐντὸς τῶν πυλῶν, χρήζων ἀκοῦσαι τὰ περὶ σοῦ καὶ τὰ περὶ Ὀρέστου· ἀεί ποτε γὰρ εὐνοϊκῶς διεκείμην πρὸς τὸν πατέρα σου, καί μ’ ἔτρεφεν ὁ σὸς οἶκος πένητα μὲν, εὐγενῆ δὲ πρὸς τὸ χρῆσθαι τοῖς φίλοις, ἢ γενναῖον ὑπάρχοντα τοῖς φίλοις εἰς τὸ χρῆσθαι αὐτοὺς ἐμοὶ, ὅμοιον τῷ ἡδὺς ὁ ποταμὸς πιεῖν. I.