Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 872
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 872.2
Not analysed yet
οὗ φασι Δαναόν: ἐν κρίσει ἀπολογίας τοῦ φόνου τῶν υἱέων. μετὰ θάνατον τῶν υἱέων ἧκεν εἰς Ἄργος Αἴγυπτος τιμωρησόμενος Δαναόν. καὶ ὃς μαθὼν ἐξῆλθε μετὰ τῶν Ἀργείων εἰς μάχην. ἀλλὰ Λυγγεὺς ὁ υἱὸς Αἰγύπτου ὁ μόνος ἀποφυγὼν τὸν θάνατον πείθει λόγοις τόν τε πατέρα Αἴγυπτον καὶ Δαναὸν θεῖον καταλῦσαι τὴν μάχην καὶ εἰς κρίσιν ἐλθεῖν. καθιστῶσιν οὖν δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων ἀρίστους. γέγονε δὲ ἡ δίκη παρὰ τὴν ἀκρόπολιν, ἔνθα καὶ πρῶτον Ἴναχος κατελθὼν ἐξ ὄρους μετά τινων ἀνδρῶν ᾤκισε τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἡλιαία καλεῖται, ἐν ᾧ Ἀργεῖοι ἐποίουν τὰς δίκας. Gu. τὴν Ἡλιαίαν φησί. M.