Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 903
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 903.2
Not analysed yet
ἀθυρόγλωσσος: ἀκρατόστομος, ὁ Κλεοφῶν. I. ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι· πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τὸ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος εἰς τοῦτον βλέπει. θέλει δὲ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρ’ ὅσον Θρᾷξ ἦν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν, ἐπὶ βάρβαρον ἑζομένη πέταλον. A. B. M. I.