Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 918_921
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 921.3
Not analysed yet
ἀνδρεῖος δ’ ἀνήρ: γενναῖος. I. ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς, ῥώμη δὲ ἐπὶ σώματος. τὸ δὲ ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον ἀντὶ τοῦ ἐκκλησίας οὐ περιερχόμενος, οὐδὲ πλησιάζων. αὐτουργὸς δέ ἐστιν ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν. σώζουσι δὲ γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται. καὶ τὸ χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ προρρηθείς. τοῦτο γὰρ ἐναντίον ἐστι τῷ διχόμυθα, συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλεύσεσι βουλόμενος· σημαίνει δὲ τὸ σώζειν ὑμᾶς ἐσπουδακώς. B. M. I.