Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 102
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 102.2
Not analysed yet
Δίρκης τε νᾶμα: Ἀμφίων καὶ Ζῆθος ὑπὸ τῆς μητρὸς ἐκτεθέντες ἐν βουκολίοις τινὸς γυναικὸς Θηβαίας καλουμένης Δίρκης ἐτρέφοντο. μετὰ ταῦτα αὐτὴ ἡ Δίρκη ὀργισθεῖσα Ἀντιόπην ἔπεμψεν αὐτὴν εἰς τούτους ὑπὸ ταύρων ἀναιρήσεσθαι. οἱ δὲ γνόντες αὐτὴν μητέρα οὖσαν αὐτῶν ταύτην μὲν εἴασαν, ἐλθοῦσαν δὲ Δίρκην ὑπὸ ταύρων διασπασθῆναι ἐποίησαν. ἐκλήθη οὖν ἀπ’ αὐτῆς Δίρκη, ἀφ’ ἧς ὁ Ἰσμηνὸς ποταμὸς ἔχει τὸ ὕδωρ, καὶ ὁμώνυμος ταύτῃ Δίρκῃ λεγόμενος. Gu.