Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 186
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 186.1
Not analysed yet
186. ὅδ’ ἐστίν: λείπει τὸ ἐπαγγέλλεται. ὁ δὲ νοῦς, οὗτός ἐστι ὁ τὰς Θήβας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν, ἀποκαταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτου δούλας γενομένας. H. M. T. τὸ ἑξῆς οὕτως, ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβάλλων αἰχμαλωτίδας γυναῖκας δώσειν Μυκήναισι Λερναίᾳ τε τριαίνᾳ τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύϋδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο, φάσκοντα πρὸς Ἀνδρομάχην καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης. -A. B. H. T. I. Ἄλλως. τινὲς οὕτω· λείπει ὁ καί, καὶ εἰσὶ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων, ἵν’ ᾖ Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. B. H. I.