Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 196
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 196.1
Not analysed yet
196. ὄχλος γὰρ ὡς ταραγμός: τὸ ἑξῆς, ὡς ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια· ἵν’ ᾖ ὁ νοῦς παραγενομένων τῶν Ἀργείων καὶ πολεμούντων τοῖς Θηβαίοις, ὄχλος γυναικῶν εἰς τὰ βασίλεια παραγέγονεν. λέγει δὲ τὰς τοῦ χοροῦ γυναῖκας, αἵτινες νεωστὶ ἦσαν ἀπὸ Φοινίκης ἐλθοῦσαι. ἔνιοι δὲ στίζουσιν εἰς τὸ πόλιν καὶ τὸ χώρει παροξύνουσι, καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς, καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόψογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἳν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. A. B. M. I.