Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 239
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 239.1
Not analysed yet
239. νῦν δέ μοι πρὸ τειχέων: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται, ἔχων οὕτως· ἰὼ Παρνάσσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι, σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, θεῖά τε ἄντρα τοῦ δράκοντος, οὔρειαί τε σκοπιαὶ θεῶν, σύ τε, ὦ δέσποτα Ἄπολλον, ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ, καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοποῦ διάξαιμι. A. B. H. M. T. Fl. 33. I.