Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 253
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 253
Not analysed yet
253. ἃν Ἄρης: ἣν ὁ Ἄρης γνώσεται. ὁ δὲ νοῦς, ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ οἴσεται, ἀντὶ τοῦ ὁρμήσει. A. B. C. H. M. I. ἅν: ἣν τὴν μάχην. Gr. τάχ’: ἴσως. Gr. οἴσεται: οἴσει. Gr. γνώσεται, γνωρίσῃ. Gu. τὸ οἴσεται εἰ μὲν ο καὶ ι γράψεις, οὕτως ἐρεῖς· ἣν μάχην ταχέως οἴσεται καὶ κομίσει καὶ ἄξει ὁ Ἄρης· εἰ δὲ ε καὶ ι, οὕτως· ἣν μάχην ταχέως γνώσεται ὁ πόλεμος, τουτέστιν ταχέως γενήσεται, πρὸς πόλεμον τοῖς Θηβαίοις καταστάντων Ἀργείων. Gu. Bar.