Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 28
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 28.3
Not analysed yet
ἱπποβουκόλοι: ἱπποβουκόλους ἐνταῦθα καλεῖ ἤτοι μεγάλα βουκόλια νέμοντας· (ἵππος γὰρ τὸ μέγα παρ’ Ἀττικοῖς ὥσπερ καὶ τὸ βοῦς· καὶ γὰρ βούπαιδα τὸν μέγαν φαμὲν, καὶ Ἱπποβῖνον Ἀριστοφάνης τὸν μέγιστον εἰς τὴν συνουσίαν λέγει.) ἢ ἱπποβουκόλους τοὺς τῶν ἵππων βοσκοὺς, καὶ τὸ βουκόλους ἀντὶ τοῦ βοσκοὺς καταχρηστικῶς, ὥσπερ καὶ ἕτερα τοιαῦτα εὕρηται παρὰ τοῖς ποιηταῖς, ὡς ἔχει καὶ τὸ Ὁμηρικὸν νέκταρ ἐῳνοχόει. ἔλαβον δὲ οἱ βουκόλοι τὸ βρέφος ὑπὸ τῆς δεσποίνης αὐτῶν παραγγελθέντες, εἴ που εὕροιεν αὐτῇ ἀγαγεῖν παιδίον ἐκτεθὲν παρὰ τῆς μητρός· ἀπαιδίαν γὰρ ἦν νοσοῦσα, καὶ διὰ τοῦτο φοβουμένη μὴ ὑπὸ τοῦ ἀνδρὸς ἀτιμασθείη νενευκότος πρὸς ἄλλην. ἐποίησε δὲ πιθανὴν τοῦ βρέφους τὸ λελωβημένον εἶναι καὶ οὐχ ὑγιές. Gu. Bar. Leid.