Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 355
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 355.2
Not analysed yet
δεινὸν γυναιξίν: ἐπειδήπερ αἱ γυναῖκες μεγάλους ὑφίστανται πόνους πρὸς τὸ τεκεῖν, διὰ τοῦτο γυναιξὶν εἶπε καὶ οὐκ ἀνδράσιν· εἰ γὰρ καὶ ἄμφω συμβάλλουσι πρὸς τὰς τῶν παίδων γονὰς, ἀλλ’ αἱ μὲν μεῖζον, οἱ δ’ ἔλαττον. καὶ πολλοὺς ἂν ἴδοις πατέρας καταφρονήσαντας τέκνων, μητέρα δὲ οὐδεμίαν· ἀλλὰ τοσοῦτόν ἐστι τὸ φίλτρον αὐτῶν ὡς καὶ ἑαυτῶν πολλάκις ὑπερορᾶν ὑπὲρ σωτηρίας τῶν παίδων. Gu. Bar.