Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 365
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 365.1
Not analysed yet
365. σπονδαί τε: σπονδὰς λέγει τοὺς ὅρκους τοὺς ἐπὶ ταῖς καταλλαγαῖς γινομένους· μὴ γὰρ τούτων προβάντων, οὐκ ἂν αὐτὸς εἰς προφανῆ κίνδυνον ἑαυτὸν ἔδωκε. νῦν δὲ ταύταις θαρρῶν καὶ τῇ τῆς μητρὸς πίστει, ὡς αὐτὸς λέγει, τὴν πόλιν εἰσῄει. ἔθος δὲ ἦν τοῖς παλαιοῖς, ὅταν ἔμελλον πρὸς ἀλλήλους καταλλαγῆναι, θύειν τοῖς θεοῖς καὶ μάρτυρας τούτους ποιεῖσθαι τῶν πραττομένων, ἵνα τῶν παραβεβηκότων τιμωροὶ γένοιντο· ὅτι δὲ ἔθυον μαρτυρεῖ τὸ ὄνομα τῆς σπονδῆς ἀπὸ τοῦ σπένδω γινόμενον. Gu. Bar.