Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 391
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 391.1
Not analysed yet
391. οὐκ ἔχει παρρησίαν: ἐξουσίαν, ἐλευθερίαν. M. διὰ γὰρ τὸ ξένος εἶναι οὐ δύναται παρρησιάζεσθαι, συμβουλῆς ἑστώσης, λέγειν τε τὰ δέοντα, εἰ νοήσειε, καὶ πρὸς ἔργα παραλαμβάνεσθαι ὑποπτευόμενος ὡς ξένος, ἀλλ’ ἃ τοῖς αὐτοῦ δεσπόταις δοκεῖ, εἰ καὶ πρὸς ταύτην ἥξει τὴν τύχην, κἂν ᾖ τὰ φαυλότατα, καὶ αὐτὸν ἀνάγκη πείθεσθαι καὶ δρᾶν ταυτὶ, ὃ πάσης ἀπολείπει λύπης ὑπερβολὴν, καθάπερ ἐν ἀρχῇ τοῦ Πλούτου Ἀριστοφάνης ἔδειξεν εἰπὼν ὡς ἀργαλέον πρᾶγμ’ ἐστὶν, ὦ Ζεῦ καὶ θεοὶ, δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου καὶ τὰ ἑξῆς. Gu. Bar.