Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 392
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 392.2
Not analysed yet
μὴ λέγειν ἅ τις φρονεῖ: δυοῖν ὄντων ἐνταῦθα, τοῦ μὴ λέγειν καὶ τοῦ ἃ φρονεῖ, καὶ τοῦ μὲν ζητοῦντος αἰτιατικὴν, τοῦ δὲ ἃ φρονεῖ εὐθεῖαν, εἰ μὲν τὸ μὴ λέγειν ἐλάμβανε τὴν αἰτιατικὴν, τὸ ἃ φρονεῖ μόνον ἂν ἐπήγετο· νυνὶ δὲ, ἐπεὶ τὸ ἃ φρονεῖ λαμβάνει τὴν εὐθεῖαν, τὸ μὴ λέγειν πάλιν οὐδὲν ἐξ ἀνάγκης ἔχει. οὗτος δὲ ὁ τρόπος καὶ παρὰ τῷ πεζῷ λόγῳ συνήθης. Gr. Cant.