Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 411
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 411.1
Not analysed yet
411. κάπρῳ λεοντί θ’: ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέγραπται κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῆς. καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὃς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν. A. B. C. M. T. I. ὁ μὲν Τυδεὺς διὰ τὸν ἐγχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα· λεοντοπρόσωπος γὰρ αὕτη. A. C. M.