Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 47
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 47.3
Not analysed yet
Κρέων τ’ ἀδελφός: σκόπει ὡς ἐνταῦθά ἐστιν ἡ ἀπόδοσις, καὶ μή σε εἰς πλάνην ὁ τε σύνδεσμος ἐμβάλλῃ. ἀλλ’ εἰποῦσα ἄνω, ὡς δὲ ἠφάνιζε τὴν πόλιν ἐν ἁρπαγαῖσιν ἡ Σφὶγξ, καὶ οὐκ ἦν ἐμὸς ἀνὴρ, ἐνταῦθα ἐπάγει τὴν ἀπόδοσιν οὕτω· καὶ ὁ ἐμὸς ἀδελφὸς Κρέων τοὺς ἐμοὺς γάμους κηρύσσει, καὶ ὁ ἐμὸς παῖς τυγχάνει πως καὶ κατά τινα τρόπον μαθὼν τὸ αἴνιγμα· ὥστε, εἰ πρὸς τὸ τυγχάνει τέ, ἀλλὰ μὴ δέ ἦν, οὐδεμία ἂν ἦν δυσχέρεια. νῦν δὲ διὰ τὸ δέ πλανώμενοί τινες καὶ μὴ δυνάμενοι συνιδεῖν τὴν σύνταξιν ἐκβάλλουσιν ἐξ ἀνάγκης ἐκεῖσε τὸν σύνδεσμον. ἢ πρὸς τὸ λέκτρα τὴν ἀπόδοσιν ποίησον, ἵν’ ᾖ τὸ δέ κατὰ Ἀττικὴν συνήθειαν, ὥσπερ ἐκεῖνοι ποιοῦσιν εἰς τὰς ἀποδόσεις. Gu.