Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 501
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 501.4
Not analysed yet
νῦν δ’ οὔθ’ ὅμοιον: νῦν δὲ οὔτε ὅμοιον οὐδέν ἐστι παρὰ τοῖς ἀνθρώποις οὔτε ἴσον, πλὴν ὀνομάσαι· ὀνομάζεται μὲν γὰρ παρὰ πᾶσιν ἀνθρώποις ὅμοιον καὶ ἴσον, καὶ συμφωνοῦσι κατὰ τοῦτο πάντες ἄνθρωποι, τὸ δὲ ἔργον τοῦτο οὐκ ἔστι παρ’ αὐτοῖς· ἤγουν ὅμοιον μὲν ὄνομα καὶ ἴσον ἐστὶ παρὰ τοῖς ἀνθρώποις, ἔργον δὲ ὅμοιον καὶ ἴσον οὐκ ἔστιν· ἔκαστος γὰρ τὸ πλέον ζητεῖ καὶ τὸ κρεῖττον. Gr. Cant. Bar. Mosq. ὃ λέγει, τοῦτό ἐστι· τὸ ἰσότητος ὄνομα παρὰ πάντων λέγεται, τὸ δὲ ἔργον αὐτῆς παρ’ οὐδενί ἐστιν. ὃ γὰρ σὺ καλὸν νομίζεις, ἐμοὶ οὐ καλὸν φαίνεται. λέγει οὖν ταῦτα ὁ Ἐτεοκλῆς, ὡς, εἰ καὶ δοκεῖ σοι, ὦ Πολύνεικες, καλὸν τὸ ἐπίσης μετέχειν ἡμᾶς τῆς βασιλείας, ἀλλ’ ἐγὼ τοῦτο κακὸν νομίζω. Gu. καθ’ ἑαυτοῦ λέγει τοὺς λόγους τούτους Ἐτεοκλῆς, εἰ καὶ ὑπὲρ αὑτοῦ λέγειν δοκεῖ. Gu. ὅμοιον ἐπὶ ποιοῦ, ἴσον ἐπὶ ποσοῦ. Gr. Cant. τὸ ὅμοιον καὶ τὸ ἴσον ἐκ παραλλήλου. Gu.