Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 539
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 539.1
Not analysed yet
539. τῷ πλέονι: ἀντὶ τοῦ, τῷ πλεονέκτῃ δ’ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν. B. M. Flor. 33. ἐπειδήπερ ἐχθρὸν αὐτῷ τοὔλασσον, ἐξ ἐκείνης παρασκευάζει ἐχθρᾶς ἡμέρας κατάρχεσθαι λέγει. ἕως μὲν γάρ ἐστιν ἰσότης παρ’ ἀνθρώποις, καὶ φιλία πάρεστιν, ἐπειδὰν δέ τις πλειόνων ἐγκρατὴς καταστῇ, πάντας τοὺς λειπομένους αὐτοῦ τῇ οὐσίᾳ ἐχθροὺς αὑτῷ καθιστᾷ, καὶ βασκάνους οὐκ ἀνεχομένους τὴν τῆς τύχης ὑπεροχήν. ἢ τὸ ἐχθρᾶς ἡμέρας οὕτω νοητέον, ὅτι οἱ πλεονεκτοῦντες ἐπὶ κακῷ ἑαυτῶν τοῦτο ποιοῦσι. δῆλον δὲ ἐξ ὧν πρόσθεν εἶπε περὶ τῆς φιλοτιμίας πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ’ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων. Gu. Bar. τοῖς πολλὰ ἔχουσιν οἱ ὀλίγα κεκτημένοι φθονοῦσι. Gu.