Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 549
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 549.2
Not analysed yet
τί τὴν τυραννίδ’: τί τὸ τυραννεῖν εὔδαιμον τιμᾷς, τουτέστιν ἡγῇ, ἄδικον ὄν; ἢ καὶ οὕτως· τί τὸ τυραννεῖν εὔδαιμον ἄδικον ἡγῇ, ἤγουν ἀδικίαν καλλίστην; ὥσπερ καὶ αὐτὸς ὄπισθέν φησιν εἴπερ γὰρ ἀδικεῖν χρὴ, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν. ὤφειλε δὲ εἰπεῖν ἡγῇ· ἐπεὶ δὲ, ὅπερ νομίζει τις κάλλιστον, τοῦτο καὶ τιμᾷ, ἀντὶ τοῦ ἡχῇ τὸ τιμᾷς εἶπε, τὸ δὲ ὑπέρφευ, σχετλιαστικὸν ὂν, διὰ μέσου ἔθηκεν. Bar. Gu,