Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 572
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 572.1
Not analysed yet
572. τρόπαια: εἰώθασιν οἱ παλαιοὶ, ἐπειδὰν ἐνίκων τοὺς ἀντιπάλους, ἀνιστᾶν τείχη, γράφοντες ἐνταῦθα τὴν κατὰ τούτων νίκην, ἀείμνηστον ἐνταῦθα καθιστάντες τὴν σφῶν αὐτῶν ἀρετὴν, ἅπερ ἐκάλουν τρόπαια, ὡς δεικνύντα τὴν τῶν ἐναντίων τροπήν. ἔμελλεν οὖν καὶ Πολυνείκης, εἴπερ ἐνίκησεν Ἐτεοκλέα, τοῦτο ποιήσειν, ἐπιγράψειν τε τὴν κατὰ τῆς πόλεως πόρθησιν· ὃ ἐπειδὴ πλείω μέμψιν εἶχεν αὐτῷ ἢ φιλοτιμίαν, ἀποτρέπει ἡ μήτηρ τῆς πρὸς τὸν ἀδελφὸν συμβολῆς. οὐ μόνον δὲ τοῦτο ἐποίουν, ἀλλὰ καὶ τὰς ἀσπίδας τῶν πολεμίων σκυλεύοντες τοῖς θεοῖς ἀνετίθουν, ὡς αἰτίοις τῆς νίκης, ἐπιγράφοντες εἰς αὐτὰς ἃ καὶ ἐν τοῖς τροπαίοις. Bar. Gu.