Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 584
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 584.1
Not analysed yet
584. μέθετον τὸ λίαν: μέθετον, ἄφετε τὸ λίαν φιλονεικεῖν. Ἄλλως. μέθετον τὸ λίαν ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ τῷ λίαν χρῆσθαι καλῶς. Ἄλλως. ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελὲς, ἀλλὰ τῷ μὲν λέγει, εἰς τί φιλοτιμῇ τυραννεῖν; τῷ δὲ, εἰς τί πολεμεῖς τὴν πατρίδα; ἐχρῆν δὲ τούτοις συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὅπως ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐτοὺς, ἀλληλοκτόνους γενομένους, κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν. A. B. C. I. 5