Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 588
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 588.1
Not analysed yet
588. οὐ λόγον: οὐκ ἔριδός ἐστ’ ἀγών· ἀπώλετο γὰρ ὁ καιρὸς ὁ ἐν μέσῳ ἀκαίρως, περαίνει δὲ, ἤτοι πληροῖ, οὐδαμῶς ἡ σὴ προθυμία. ὁ δὲ νοῦς, περαίνει δ’ οὐδὲν ἡ προθυμία, ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις· οὐ γὰρ φιλιωθείημεν καὶ εἰς ξύμβασιν καὶ φιλίαν ἔλθοιμεν ἄλλως ἢ ἐπὶ τοῖς εἰρημένοις ὑπ’ ἐμοῦ, ὥστε με τὰ σκῆπτρα κατέχειν δηλονότι καὶ βασιλέα ὑπάρχειν τῆς χθονὸς τῆσδε. τῶν ἐπὶ πολὺ δὲ παρατεινομένων νουθετημάτων ἀποστᾶσα ἄφες ἡμᾶς. καὶ σὺ δὲ τῶν τειχῶν τούτων ἐξέρχου· εἰ δὲ μὴ, ἀποθανῇ. I.