Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 6
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 6.1
Not analysed yet
6. Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν, εἰ δ’ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς φησι Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου, τουτέστι τῆς Φοινίκης νήσου Τύρου. καὶ Κάδμος ἔμολε τάνδε γᾶν Τύριος. Ἄλλως. τὴν Τύρον· νησιάζεται γάρ. προληπτικὸς δὲ ὁ λόγος. οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ φησὶν ἦσαν γὰρ Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει. καὶ Θάσος. —A. B. C. M. I.