Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 678
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 678.1
Not analysed yet
678. Ἔπαφον: Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν. B. C. M. I. ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς. M. ἐπικαλούμεθα σὲ, ὦ Ἔπαφε, ὃς Ἰοῦς καὶ Διὸς γένεθλον ὑπάρχεις, ἐλθὲ δὴ σωτήριος εἰς τὰς Θήβας ταῖς ἡμῶν λιταῖς ἐπινεύσας· οἱ γὰρ σοὶ ἔκγονοι, καὶ τὰ ἑξῆς. B. I. ἀπὸ γὰρ τῆς τοῦ Διὸς ἐπαφῆς πρὸς Ἰὼ Ἔπαφος ἐγένετο, ὃν νῦν ἐπιβοᾶται πρὸς ἀρωγὴν, ὡς πρόγονον. Gu.