Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 682
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 682.4
Not analysed yet
σοί νιν ἔκγονοι: ἀντὶ τοῦ ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾠκήσαντο. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός. ὁ δὲ νοῦς, κατακαλουμέθα σὲ, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπίνευσον· ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας, ὅθεν δικαίως ἂν σώζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν, σὸς Κάδμος ἔκγονος. A. C. M.