Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 687
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 687.2
Not analysed yet
πυροφόρους θεάς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον· τουτέστιν, ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπειδὴ δᾳδουχίαι αὐταῖς γίνονται, τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταυτόν. A. C. M. T. Πυρφόρους δὲ καλεῖ, ἐπειδὴ ἐν νυκτὶ γινομένων τῶν μυστηρίων οἱ μυούμενοι πῦρ ἔφερον, ὅθεν καὶ ταύτας πυρφόρους εἰκόνιζον. ἢ πυρφόρους τὰς παρεχούσας τὸν σῖτον. εἰ γὰρ καὶ μόνη Δημήτηρ παρέσχεν, ἀλλὰ μετ’ αὐτῆς καὶ ταύτην συνέλαβεν. κρεῖττον δέ ἐστι τὸ πρόσθεν· ἐπὶ γὰρ τῷ ποιῆσαι ὄλεθρον τοῦ τῶν πολεμίων στρατεύματος διὰ τοῦ πυρὸς ἐπιβοᾶται τοῦτον αὐτὰς πέμψαι. Gu. Bar.