Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 729
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 729.1
Not analysed yet
729. ἔκπληξις ἂν γένοιτο: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκπληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν. M. T. ἀντὶ τοῦ ταραχὴ μόνον γίνεται αὐτοῖς, οὐ μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν. A. B. C. M. I. θόρυβος, ταραχὴ ἂν γένοιτο οὕτως, οὐ νίκη· νικῆσαι δὲ χρεία ἐστί. Gr. ταραχή. τουτέστι ταραχὴν ποιήσεις, οὐ νίκην· ταύτης δὲ χρεία. καὶ γὰρ οἱ πολέμιοι ἐν ἑσπέρᾳ γρηγοροῦσιν, ἐν δὲ νυκτὶ οἱ πλείους αὐτῶν καθεύδουσιν. Gu.