Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 805
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 805.3
Not analysed yet
περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν. εἶπε γὰρ ἐν ἐκείνοις σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον,’ ὅθεν δῆλον ὅτι οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι· μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων. οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται. ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέροις συγκατατίθεται. A. M. T. τὸ χρυσοδέτοις περόναις λέγει, ἢ ὅτι φέρεται λόγος ἢ σιδηρᾶς αὐτὰς εἶναι ἢ χρυσᾶς, ἢ ὅτι ὡμολογημένως σιδηραῖ ἦσαν, ὡς καὶ ἐν ἀρχῇ τοῦ δράματος εἴρηται τῷ ποιητῇ σφυρῶν σιδηρᾶ κέντρα δια πείρας. τιμῶν δὲ τοῦτον ὡς βασιλέα οὕτω ταύτας καλεῖ. Gu.