Ancient Greek · ~3 min
854.3 to 854.4
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 854.3-4
Not analysed yet
Εὐμόλπου: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ. ἕτεροι δὲ καὶ ἄλλοι δύο υἱοὶ παρ’ αὐτοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες Εὐμόλπῳ Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν. A. M. T. πόλεμος Εὐμόλπου δορός: ὃν τὸ δόρυ τοῦ Εὐμόλπου ἐποίει, ἤγουν ἡ δύναμις. Bar. Gr. Florr. Εὔμολπος Θρᾴκης βασιλεὺς, υἱὸς Ποσειδῶνος καὶ Χιόνης, ἀμυνόμενος Ἀθηναίους, ὡς ἡττηθέντος αὐτοῦ τοῦ πατρὸς Ἀθηνᾷ τὴν περὶ τῆς πόλεως κρίσιν, ἐστράτευσε κατ’ αὐτῶν· μηκυνομένου δὲ τοῦ πολέμου ἑκὼν αὐτὸς τοῦτον διέλυσεν, οὐ νενικηκότων Ἀθηναίων καὶ καλλινίκων γενομένων, ὡς αὐτός φησιν. Bar. Gu.