Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 858_864
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 864.1
Not analysed yet
858. -864. οἰωνὸν ἐθέμην: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι τὸν ἐπὶ τῇ νίκῃ δοθέντα σοι στέφανον. ἐν ταραχῇ γὰρ ἐσμὲν, ὡς αὐτὸς οἶδας, τοῦ πολέμου τῶν Ἀργείων. καὶ δὴ καὶ μεγάλη ἐστὶ ταῖς Θήβαις ἀγωνία· ὁ μὲν βασιλεὺς Ἐτεοκλῆς πρὸ ὀλίγου ὁπλισθεὶς ὅπλοις ἐξῆλθε πρὸς μάχην τῶν Ἀργείων, ἐμοὶ δ’ ἐνετείλατο παρὰ σοῦ μαθεῖν τί ποιοῦντες τὴν πόλιν ῥυσαίμεθ’ ἄν. I. ἀγαθὸν σημεῖον ἐδεξάμην. Cant. Gr. μαντείαν τοῦ καὶ ἡμᾶς νικῆσαι. Gu.