Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 88
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 88.2
Not analysed yet
ὦ κλεινόν: ὦ Ἀντιγόνη, ἔνδοξον τῷ πατρὶ βλάστημα ἐν τοῖς οἴκοις, ἐπεί σε ἡ μήτηρ κατέλιπε διὰ τὰς ἱκεσίας τὰς σὰς ἐκλιπεῖν τοὺς παρθενῶνας καὶ ἀνελθεῖν δηλονότι εἰς τὸ ἔσχατον ὑπερῷον τῶν δωμάτων, ὥστε ἰδεῖν τὸ στράτευμα τὸ Ἀργεῖον, ἐπίσχες, σαυτὴν δηλονότι, ἤγουν ἀνάμεινον, ὡς ἂν προεξερευνήσω καὶ ἴδω τὴν ὁδὸν, μή τις ἀπὸ τῶν πολιτῶν φαίνεται ἐν τῇ ὁδῷ, καὶ ἐμοὶ μὲν ἔλθοι καὶ καταλάβοι κακὸς ψόγος ὡς δούλῳ, σοὶ δὲ καθὰ ἀνάσσῃ καὶ κυρίᾳ. πάντα δὲ φράσω καὶ εἴπω ἅτινα ἐθεασάμην καὶ εἰσήκουσα παρὰ τῶν Ἀργείων, ὅτε ἦλθον φέρων τῷ σῷ ἀδελφῷ σπουδὰς ἐνθένδε, ἀπὸ τούτου τοῦ τόπου, ἐκεῖσε, παρ’ ἐκείνου δὲ πάλιν ἐνταῦθα. ἀλλ’ οὐδεὶς ἀπὸ τῶν πολιτῶν πλησιάζει ἐν τοῖς δόμοις. διέρχου δὲ διὰ τοῦ ποδὸς τὴν παλαιὰν κλίμακα τὴν ἀπὸ τοῦ κέδρου, καὶ σκόπει τὰ πεδία καὶ τὰ ῥεύματα τοῦ Ἰσμηνοῦ καὶ τὸ νᾶμα τῆς Δίρκης τῆς πηγῆς, ὅσον ὑπάρχει τὸ στράτευμα τῶν πολεμίων. I.