Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 886
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 886.3
Not analysed yet
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν: πρωτεῦον, αἱρετώτερον. ἐκεῖνο μὲν γὰρ, φησὶν, ἦν πρῶτον τῇ πόλει ἴαμα, ὥστε μηδένα τῶν Οἰδίποδος ἐκγόνων διὰ τὸ ἀσεβῶς γεγονέναι μήτε βασιλέα τῆς χώρας γενέσθαι μήτε ὅλως πολίτην. A. C. ἐκεῖνο μὲν γὰρ ἦν ἄριστον, μηδένα ἀπὸ τῶν παίδων τοῦ Οἰδίποδος ἄνακτα εἶναι τῆς χθονὸς, μηδὲ πολίτην ἀντὶ τοῦ οἰκήτορα. πολῖται οἱ πόλιν οἰκοῦντες ἁπλῶς καὶ ἐν πόλει τὴν ἀναστροφὴν ποιούμενοι, ἀστοὶ δὲ οἱ ἰθαγενεῖς πολῖται, ὧν τοῖς μὲν ἀντίκεινται οἱ ἐν τοῖς ἀγροῖς τὴν οἴκησιν ἔχοντες, τοῖς δὲ ἀστοῖς οἱ ξένοι. Cant. Gr. καλὸν καὶ σωτήριον τῇ πόλει. Gu.