# Scholia in Euripidis Rhesum 248

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/248

248. ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς “ἔσχατος Μυσῶν” παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζʼ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθʼ ὁρῶν. καὶ Μένανδρος εἰ μὴ γαμεῖς γὰρ, ἔσχατον νόμιζέ με Μυσῶν. κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων γοῦν ἐξηγούμενος περὶ αὐτῆς φησιν ὡς ὕστερον τῶν Τρωϊκῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας τὴν Ἑλλάδα μαντευομένοις περὶ τῶν παρόντων χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἐχόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι καὶ τὰς τῶν θεῶν τιμὰς ἀναλάβωσιν, ἅς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολέμου. ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. μετὰ δὲ Ὀρέστην Τισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετʼ ἐκεῖνον Κομήτην. οὗ χρωμένου ποῦ δέοι πλεῖν, (κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν ἐπανέρχεσθαι), ὑπὸ τοῦ θεοῦ δοθῆναι χρησμὸν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. κατολιγωρήσαντας δὲ πολλῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν, μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσῶν ἐσχάτου. κατὰ τὴν ἐχομένην γενεὰν Πενθίλου πάλιν συναγείραντος τὴν στρατιὰν καὶ τοῦ θεοῦ τὸν αὐτὸν ἐπενέγκαντος χρησμὸν, διὰ τὸ παράδοξον εἰς παροιμίαν διὰ τοῦτο περιστῆναί φασιν. εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς αὐτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν, νέμεσθαι γὰρ τὰ χωρία ταῦτα Μυσοὺς, ἐπιτυχεῖν τῇ μητρί.

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
