# Scholia in Euripidis Rhesum 347

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/347

347. ἥκεις ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος εἴη παῖς. Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τοῖς Μακεδονικοῖς τῶν κακοβρῖ γράφων οὕτως “εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον τοῦτο· Κλειὼ τὴν θεὸν ὑπὸ τοῦ Στρυμόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν νυμφευθῆναι τεκνῶσαί τε τὸν Ῥῆσον.” καὶ μετʼ ὀλίγον “ἔστιν ἱερὸν τῆς Κλειοῦς ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινός.” ἔνιοι δὲ Εὐτέρπης αὐτὸν γενεαλογοῦσι, καθάπερ Ἡράκλειτος. φησὶ δέ· “ἑβδόμη δὲ Καλλιόπη ποίησιν εὗρε ποιημάτων, καὶ συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα, τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμενον, πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτατον· ὀγδόη δʼ Εὐτέρπη, ἢ τὴν κατʼ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι ἐντεκνοῖ Ῥῆσον, ὃς ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἀναιρεῖται.” οἷς καὶ Ἀπολλόδωρος ἐπηκολούθησε γράφων οὕτως “τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι παρθένους παραδεδώκασι· γράφεται δὲ εἶναι Οὐρανίας μὲν Λίνον, Καλλιόπης δὲ Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας, Κλειοῦς δὲ Ὑμέναιον, τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας Τριπτόλεμον· Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ μηδένα μηδʼ υἱὸν γενέσθαι αὐτῶν.”

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
