Ancient Greek · ~8 min
351 to 419
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 351-419
Not analysed yet
351. μελῳδοῦ Μούσας: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε. μήποτε δὲ ἐπ τὴν ἱστορίαν. 356. βαλιαῖσιν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται, λευκὰς γὰρ εἶχεν, ὡς καὶ ἀνωτέρω αὐτὰς ἔφη. δύναται δὲ ἀντὶ τοῦ ταχείαις. 360. ἆρά ποτʼ αὗθις: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλήνων ἡμεῖς μετὰ εὐφροσύνης διάξομεν καὶ διʼ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων φιλονεικίαις. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς· οἰνοπλανήτοις δὲ ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν. 364. ὑποδεξίαις: ὑποδεκτικαῖς, ἀπὸ τοῦ κύλικος. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. ἁμίλλαις: φιλονεικίαις κυλίκων, οἷον πόσεων. οἰνοπλανήτοις ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν. 372. δοχμίαν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν. πεδαίρων: κουφίζων, ἐκ τοῦ πέδου αἴρων. 373. σχιστὰν παῤ ἄντυγα ὃ σχιστὴν λέγει παρόσον οἱ πυρριχίζοντες διαβαίνουσιν, ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς ἔχουσα. 379. φίλτατον ἄχθος οἴσει: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν. 381. ταῦτα πρὸς τὸν Ῥῆσον ἀποστρέψαντες λέγουσιν “ω μέγα βασιλεῦ,” ὁρῶντες δὲ αὐτόν. τὸ ἑξῆς, καλὸν ἰδεῖν χρυσοκόσμητον. 384. κωδωνοκρότους: ἐν γὰρ τοῖς πόρπαξιν εἶχον κώδωνας. 393. παῖ τῆς μελῳδοῦ μητέρος: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρπης. Ὅμηρος δὲ Ἠϊνέως φησίν ἐν δέ σφι Ῥῆσος βασιλεῦς, παῖς Ἠϊονῆος. 397. τοὐπὶ σʼ: κατὰ τὸ σὸν μέρος. 405. Ἕλλησιν ἡμᾶς: ὅσον ἦν ἐπὶ σοὶ προδέδωκας ἡμᾶς καὶ εἴασας. λείπει ἡ κατά, κατὰ τὸ σὸν μέρος. 417. ψυχρὰν ἄησιν: τὸν χειμῶνα. τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐτοὺς ἐν τῇ πόλει καὶ ταφῆναι. 419. ἄμυστιν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς ἀμυστὶ πόσεις, ὡς ἐν Αὔγῃ σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδας. ἄλλοι δὲ ἐπὶ τῆς ἀπνευστὶ σπάσεως τάττουσι τὸ ὄνομα, ὡς Κρατῖνος ἀλλʼ οὖν θεῷ σπείσαντʼ ἄμυστιν δεῖ πιεῖν.