# Scholia in Euripidis Rhesum 36

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/36

36. ἀλλʼ ἡ Κρονίου Πανός: τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ Καλλιστοῦς καὶ δύο παῖδας γενομένους, ἀφʼ ἧς ὄρος Κυλλήνης, ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, ὡς καὶ Εὐφορίων, ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγν αὐτόν φησι, τραφέντα παῤ ἐκείναις. Ἀρίαιθος δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. Μνασέας δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα, ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν, Αἰθέρος γενεαλογούμενος, (Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον,) ἢ παππωνυμικῶς, ὅτι Διὸς, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς. ὃν καὶ δίδυμον, τὸν δὲ Κρόνου. περὶ δὲ τῶν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς νύμφαις συρίζει, ὡς καὶ Ὀδυσσεύς· ὥστε με κουράων ἀμφήλυθε θῆλυς ἀϋτὴ, νυμφάων, αἳ ἔχουσʼ ὀρεων αἰπεινὰ κάρηνα. Ἄλλως. περὶ τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· “τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη, ποικίλων καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζώων ἡμέρων τε καὶ ἀγρίων· ἦχοι δὲ μιμητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν, φασὶ Πᾶνα σὺν ταῖς νύμφαις ἐν τοῖς ἄντροις μετ᾿ αὐλῶν καὶ συρίγγων φωνεῖν.”

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
