# Scholia in Euripidis Rhesum 41-247

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, 41 to 247. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/41

41. χ πυραίθει στρατὸς Ἀργόλας: τὸ χ ὅτι συνθέτως ἀναγνωστέον καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδου ὁ στίχος. 43. διιπετῆ δὲ νεῶν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις συνεχῶς ταῖς λαμπάσιν, ὅσπερ ἐκ Διὸς συνεχὴς ὄμβρος. 52. εἰς καιρὸν ἦλθες: ἀκολούθως καὶ εὐκαίρως ἦλθες, εἰ καὶ φόβον ἀγγέλλεις. 55. σαίνει μʼ ἔννυχος: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυκτωρία. φρυκτωρία δὲ ἡ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία. 58. σύρδην: ὁμοῦ, ἄρδην. 68. θυοσκόων: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον σκοπούντων. 84. ἀπλοῦς: σύντομος. Gl. τὸ ἑξῆς, ἀπλοῦς μῦθος, ἐπʼ ἐχθροῖς ὁπλίζειν χέρα. 105. εἴθ᾿ ἦσθʼ ἀνὴρ εὔβουλος: ἔμπαλιν ὁ Σοφοκλῆς φησιν εἴθʼ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα. 109. ἐξήρθης: ἀνεπτερώθης, ἠγέρθης. τὸ ἐξῆς· ὅστις πυρὸς λαμπτῆρας κλύων ἐξήρθης Ἀχαιοὺς φεύγειν καὶ ἐξῆλθες ἐπὶ τὸ στρατεῦσαι. 158. ἐπώνυμος μὲν κάρτα: ἐτυμολογεῖ τὸ ὄνομα. 165. τάξαι δὲ μισθόν: γελοῖον τὸ οἴεσθαι ὅτι βασιλείαν αἰτήσει. 177. ἀποινᾶσθαι θέλεις: ἄποινα λέγεται τὰ λύτρα. Ὅμηρος “ἔλυσεν ἀποίνων.” τίνα οὖν, φησὶ, τῶν Ἀχαιῶν λύτρα λαβὼν βούλει ἀπολῦσαι; 185. ἀφθίτων γὰρ: παῤ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν. φησὶ γὰρ “ἀθάνατοί τε γάρ εἰσιν.” 207. σαγή: ἡ σαγὴ ὀξυτόνως. Ἡρωδιανός. 210. βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους· οὐδὲ γὰρ Ὅμηρος διὰ τοῦτο τὴν λυκείαν αὐτῷ περιτίθησιν. 219. σωθήσομαί τε: τὸ ἑξῆς, σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων. 224. Θυμβραῖε καὶ Δάλιε: ἀπὸ τῶν Τρωϊκῶν χωρῶν τὰ ὀνόματα. 240. τάς: ὅτι θηλυκῶς. Ὅμηρος “Ξάνθον καὶ Βαλίον καὶ Ποσειδάων ἔποῤ αὐτούς.” διὸ τὸ χ. 245. τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταδύσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ πόλις. 247. ἔστι Φρυγῶν τις: ἐπεὶ κεκωμῴδηνται οἱ Φρύγες ὡς δειλοὶ, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων.

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
