# Scholia in Euripidis Rhesum 529

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/529

529. τοῦ σκορπίου. Gl. πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων τὸν ἀετὸν μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφʼ οὗ ὁ ἀετὸς ἵδρυται. καὶ ἔτι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος, δίδυμοι, καρκίνος, λέων, παρθένος, ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος, τοξότης, αἰγόκερως, ὑδροχόος, ἰχθῦς, κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου οὔσης ἐξηπατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα τῆς φυλακῆς φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ ἐπὶ καταδυομένων αἰθερίας εἶπεν αὐτάς; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ τῶν φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖά φησι λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι καὶ ὅτι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον οὕτως· ἀλλʼ ὁπόταν τρίτον ἦμαρ ἐπʼ ὀγδώκοντα μένῃσι σκορπίος, εἰς ἅλα πίπτει ἅμʼ ἠοῖ φαινομένηφι. τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου καὶ τὰ περὶ τῆς Πλειάδος ἐπιτολῆς ἐπέξεισιν· ὅταν γὰρ, φησὶν, Εὐριπίδης λέγῃ “καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι,” οὐ δύεσθαι τότε αὐτὰς, ἀλλʼ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑποτμήματος εἰς τὸν ὑπερορίζοντα ἀνιούσας. καὶ τοῦτο εἶναι τὸ “καὶ ἑπτάποροι Πληϊάδες,” οἷον ὡς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνούμεναι. ταῦτα δὲ καταστησάμενος, ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα. τὰ μὲν πρῶτα σημεῖα τῆς ὥρας εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· “ἔγρεσθε, τί μέλλετε.” ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως ἐσθίων, ὧς φασί τινες. Ἄλλως. τῶν περὶ τὸν Μενεκράτη ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται. εἰσὶ δὲ οἵ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς ἀνατολὴν ἔσεσθαι συνάγουσιν οὕτως ὃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον (γρ. τὰ προεκκείμενα) οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γὰρ (ζήτει τὸ λεῖπον).

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
